Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμεν άγιον Κύριον, Ιησούν τόν μόνον αναμάρτητον. Τόν σταυρόν σου, Χριστέ, προσκυνούμεν, και τήν αγίαν σου ανάστασιν υμνούμεν και δοξάζομεν· συ γαρ ει Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν τήν του Χριστού αγίαν ανάστασιν· ιδού γαρ ήλθε διά του σταυρού, χαρά εν όλω τω κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν ανάστασιν αυτού. Σταυρόν γαρ υπομείνας δι ημάς, θανάτω θάνατον ώλεσεν 

Πέμπτη 28 Μαΐου 2009

Πέμπτη της Αναλήψεως


Ἀπολυτίκιον

Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Κοντάκιον

Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν. 

Ὁ Οἶκος 

Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς καταλιπόντες, τὰ τῆς τέφρας τῷ χοῒ παραχωροῦντες, δεῦτε ἀνανήψωμεν, καὶ εἰς ὕψος ἐπάρωμεν, ὄμματα καὶ νοήματα, πετάσωμεν τὰς ὄψεις ὁμοῦ καὶ τὰς αἰσθήσεις, ἐπὶ τὰς οὐρανίους πύλας οἱ θνητοί, νομίσωμεν εἶναι τοῦ Ἐλαιῶνος εἰς ὄρος, καὶ ἀτενίζειν τῷ λυτρουμένῳ ἐπὶ νεφέλης ἐποχουμένῳ· ἐκεῖθεν γὰρ ὁ Κύριος εἰς οὐρανοὺς ἀνέδραμεν, ἐκεῖ καὶ ὁ φιλόδωρος τὰς δωρεὰς διένειμε τοῖς Ἀποστόλοις αὐτοῦ, καλέσας ὡς Πατήρ, καὶ στηρίξας αὐτούς, ὁδηγήσας ὡς Υἱούς, καὶ λέξας πρὸς αὐτούς, οὐ χωρίζομαι ὑμῶν. Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.
 

Ύμνοι

Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας· ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον. 

Κύριε, τῇ σῇ, Ἀναλήψει, ἐξεπλάγησαν τὰ Θεόν, ἐπὶ Χερουβίμ, θεωρήσαντά σε τὸν νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστόν τὸ ἔλεός σου, δόξα σοι. 

Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, ἐλέησον ἡμᾶς. 

Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδὸν σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοῖς δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον· Δέσποτα, μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, οὓς δι' οἶκτον ἠγάπησας δούλους σου, ὡς εὔσπλαγχνος, ἀλλ' ἀπόστειλον, ὡς ὑπέσχου ἡμῖν, τὸ πανάγιόν σου Πνεῦμα, φωταγωγοῦν τὰς ψυχὰς ἡμῶν. 

Κύριε, τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς σοὺς Μαθητάς, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἀνελάμβανες, καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ παρῆλθες, ὁ δι' ἐμὲ πτωχεύσας κατ' ἐμέ, καὶ ἀναβάς· ὅθεν οὐκ ἐχωρίσθης, τὸ πανάγιόν σου Πνεῦμα ἐξαπόστειλον, φωτίζον τὰς ψυχὰς ἡμῶν.

Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ τοῖς ἐπὶ γῆς ὡς ἄνθρωπος, συναναστραφείς, σήμερον ἀπ' ὄρους τῶν Ἐλαιῶν ἀνελήφθης ἐν δόξῃ, καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν συμπαθῶς ἀνυψώσας, τῷ Πατρὶ συνεκάθισας· ὅθεν αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει, καὶ τρόμῳ συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον. Μεθ' ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ' ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν λέγοντες· ὁ τοὺς μαθητὰς καὶ τὴν τεκοῦσάν σε Θεοτόκον, χαρᾶς ἀπείρου πλήσας ἐν τῇ σῇ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαῖς αὐτῶν, διὰ τὸ μέγα σου ἔλεος.

Τὴν καταβᾶσαν φύσιν τοῦ Ἀδὰμ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ Θεός, καινοποιήσας σεαυτῷ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀνήγαγες σήμερον· ὡς ἀγαπήσας γάρ, συνεκάθισας, ὡς συμπαθήσας δέ, ἥνωσας σαυτῷ, ὡς ἑνώσας συνέπαθες, ὡς ἀπαθὴς παθῶν δέ, συνεδόξασας, ἀλλ' οἱ Ἀσώματοι τίς ἐστιν οὗτος, ἔλεγον, ὁ ὡραῖος ἀνήρ; ἀλλ' οὐκ ἄνθρωπος μόνον, Θεὸς δὲ καὶ ἄνθρωπος, τὸ συναμφότερον τὸ φαινόμενον. Ὅθεν ἔξαλλοι Ἄγγελοι, ἐν στολαῖς περιϊπτάμενοι, τοὺς Μαθητάς, Ἄνδρες ἐβόων· Γαλιλαῖοι, ὃς ἀφ' ὑμῶν πεπόρευται, οὗτος Ἰησοῦς ἄνθρωπος Θεός, θεάνθρωπος πάλιν ἐλεύσεται, κριτὴς ζώντων καὶ νεκρῶν, πιστοῖς δὲ δωρούμενος ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.  

Ὅτε ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεός, τῶν Μαθητῶν ὁρώντων, αἱ νεφέλαι ὑπελάμβανόν σε μετὰ σαρκός, πύλαι ἐπήρθησαν αἱ οὐράνιαι, ὁ χορὸς τῶν Ἀγγέλων ἔχαιρεν ἐν ἀγαλλιάσει, αἱ ἀνώτεραι δυνάμεις ἔκραζον, λέγουσαι· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, οἱ δὲ μαθηταὶ ἐκπληττόμενοι ἔλεγον· Μὴ χωρισθῇς ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλὰ πέμψον ἡμῖν τὸ Πνεῦμά σου τὸ πανάγιον, τὸ ὁδηγοῦν καὶ στηρίζον τὰς ψυχὰς ἡμῶν.

Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.  

Ἀγγελικῶς οἱ ἐν κόσμῳ, πανηγυρίσωμεν, τῷ ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, κραυγάζοντες τὸν ὕμνον· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ συναΐδιος Λόγος, Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ πανάγιον. 

Ανέβη ο θεός εν αλαλαγμώ, Κύριος εν φωνή σάλπιγγος.

Ευαγγελική περικοπή (Ιωαν. 24: 36-53)


«36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ' αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν». 

Αποστολικόν Ανάγνωσμα (Πραξ. 1: 1-12)



«1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν 2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. 6 οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, 8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, 11 οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ'ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. 12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.». 





 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ευχαριστούμε την σελίδα "Ελληνικά Λειτουργικά Κείμενα" ,  

από την οποία αντλούμε τα υμνογραφικά. Η δουλειά τους είναι σπουδαία και αξίξει θερμά συγχαρητήρια.

Επίσης και όλες τίς άλλες σελίδες και ιστολόγια απ'τις οποίες ερανίζουμε την ποικιλλία των αναστάσιμων θεμάτων και των εικόνων προς δόξαν Αναστάντος Χριστού.

(Εικόνα προμετωπίδας από holytrinitybut.org)

Αρχειοθήκη ιστολογίου

Αναγνώστες

Πληροφορίες

Η φωτογραφία μου
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται, καὶ ἐξαλείψει ἀπ' αὐτῶν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον. Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ καινὰ ποιῶ πάντα. ( Αποκ. ΚΑ΄)

Eπίσης γράφω...

  • - ΕΥΧΑΡΙΣΤΩ!
    Πριν από 1 χρόνια
  • Η ΤΕΛΕΥΤΑΙΑ ΒΑΠΤΙΣΤΙΚΗ'' (1888) - Ἂν ἄλλη τις χρηστὴ γυνὴ εἶδέ ποτε καλὰ νοικοκυριὰ εἰς τὰς ἡμέρας της, ἀναντιρρήτως εἶδε τοιαῦτα καὶ ἡ θεια-Σοφούλα Κωνσταντινιά, σεβασμία οἰκοδέσποινα ἑ...
    Πριν από 2 χρόνια
  • - Λόγω περιορισμένου χρόνου και αποκλειστικής σχεδόν πλέον ενασχόλησης με το fb, αναστέλλεται η λειτουργία των εξής τριών ιστολογίων: ΕΠΙΚΑΙΡΑ ΚΗΡΥΓΜΑΤΑ ...
    Πριν από 10 χρόνια
  • - Λόγω περιορισμένου χρόνου και αποκλειστικής σχεδόν πλέον ενασχόλησης με το fb, αναστέλλεται η λειτουργία των εξής τριών ιστολογίων: ΕΠΙΚΑΙΡΑ ΚΗΡΥΓΜΑΤΑ...
    Πριν από 10 χρόνια

Περνούν και διαβάζουν...