Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμεν άγιον Κύριον, Ιησούν τόν μόνον αναμάρτητον. Τόν σταυρόν σου, Χριστέ, προσκυνούμεν, και τήν αγίαν σου ανάστασιν υμνούμεν και δοξάζομεν· συ γαρ ει Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν τήν του Χριστού αγίαν ανάστασιν· ιδού γαρ ήλθε διά του σταυρού, χαρά εν όλω τω κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν ανάστασιν αυτού. Σταυρόν γαρ υπομείνας δι ημάς, θανάτω θάνατον ώλεσεν 

Κυριακή 24 Μαΐου 2009

Κυριακάτικα: Ήχος πλ Α΄ Εωθινόν Η΄ (Του Τυφλού)


Απολυτίκιον

Τόν συνάναρχον Λόγον Πατρί καί Πνεύματι, τόν εκ Παρθένου τεχθέντα εις σωτηρίαν ημών, ανυμνήσωμεν πιστοί καί προσκυνήσωμεν, ότι ηυδόκησε σαρκί, ανελθείν εν τώ σταυρώ, καί θάνατον υπομείναι, καί εγείραι τούς τεθνεώτας, εν τή ενδόξω Αναστάσει αυτού.

Υπακοή

Αγγελική οράσει τόν νούν εκθαμβούμεναι, καί θεϊκή Εγέρσει τήν ψυχήν φωτιζόμεναι, αι Μυροφόροι τοίς Αποστόλοις ευηγγελίζοντο. Αναγγείλατε εν τοίς έθνεσι, τήν Ανάστασιν τού Κυρίου, συνεργούντος τοίς θαύμασι, καί παρέχοντος ημίν μέγα έλεος.

Κοντάκιον

Μιμητής υπάρχων Πρός τόν Άδην Σωτήρ μου συγκαταβέβηκας, καί τάς πύλας συντρίψας ως παντοδύναμος, τούς θανόντας ως Κτίστης συνεξανέστησας, καί θανάτου τό κέντρον Χριστέ συνέτριψας, καί Αδάμ τής κατάρας ερρύσω Φιλάνθρωπε, διό πάντες σοί κράζομεν. Σώσον ημάς Κύριε.

Ο Οίκος

Ακούσασαι αι Γυναίκες τού Αγγέλου τά ρήματα, απεβάλοντο τόν θρήνον, προσχαρείς γενόμεναι, καί σύντρομοι τήν Ανάστασιν έβλεπον, καί ιδού Χριστός προσήγγισεν αυταίς, λέγων τό, Χαίρετε, θαρσείτε, εγώ τόν κόσμον νενίκηκα, καί τούς δεσμίους ερρυσάμην, σπουδάσατε ούν πρός τούς Μαθητάς, απαγγέλλουσαι αυτοίς, ότι προάγω υμάς, εν τή πόλει Γαλιλαία τού κηρύξαι. Διό πάντες σοι κράζομεν. Σώσον ημάς Κύριε.

Από τους ύμνους όρθρου και εσπερινού:

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.

Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ´ ἄμφω καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.

Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾍδῃ φῶς ἀνέτειλε.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.  

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς. 

Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα· καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

ΕΩΘΙΝΟΝ Η' ΙΩΑΝΝΗ 20,11-18

Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω· ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς· Ὅτι ᾖραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾒδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρὸς ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ αὐτὸν ἔθηκας, κᾀγὼ αὐτὸν ἀρῶ· λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί· ὃ λέγεται Διδάσκαλε· λέγει αὐτῇ ὁ Ἰησοῦς, Μή μου ἃπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον· καὶ ταῦτα εἶπεν αὐτῇ.

 

 






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ευχαριστούμε την σελίδα "Ελληνικά Λειτουργικά Κείμενα" ,  

από την οποία αντλούμε τα υμνογραφικά. Η δουλειά τους είναι σπουδαία και αξίξει θερμά συγχαρητήρια.

Επίσης και όλες τίς άλλες σελίδες και ιστολόγια απ'τις οποίες ερανίζουμε την ποικιλλία των αναστάσιμων θεμάτων και των εικόνων προς δόξαν Αναστάντος Χριστού.

(Εικόνα προμετωπίδας από holytrinitybut.org)

Αρχειοθήκη ιστολογίου

Αναγνώστες

Πληροφορίες

Η φωτογραφία μου
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται, καὶ ἐξαλείψει ἀπ' αὐτῶν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον. Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ καινὰ ποιῶ πάντα. ( Αποκ. ΚΑ΄)

Eπίσης γράφω...

  • - ΕΥΧΑΡΙΣΤΩ!
    Πριν από 2 χρόνια
  • Η ΤΕΛΕΥΤΑΙΑ ΒΑΠΤΙΣΤΙΚΗ'' (1888) - Ἂν ἄλλη τις χρηστὴ γυνὴ εἶδέ ποτε καλὰ νοικοκυριὰ εἰς τὰς ἡμέρας της, ἀναντιρρήτως εἶδε τοιαῦτα καὶ ἡ θεια-Σοφούλα Κωνσταντινιά, σεβασμία οἰκοδέσποινα ἑ...
    Πριν από 3 χρόνια
  • - Λόγω περιορισμένου χρόνου και αποκλειστικής σχεδόν πλέον ενασχόλησης με το fb, αναστέλλεται η λειτουργία των εξής τριών ιστολογίων: ΕΠΙΚΑΙΡΑ ΚΗΡΥΓΜΑΤΑ ...
    Πριν από 10 χρόνια
  • - Λόγω περιορισμένου χρόνου και αποκλειστικής σχεδόν πλέον ενασχόλησης με το fb, αναστέλλεται η λειτουργία των εξής τριών ιστολογίων: ΕΠΙΚΑΙΡΑ ΚΗΡΥΓΜΑΤΑ...
    Πριν από 10 χρόνια

Περνούν και διαβάζουν...