Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμεν άγιον Κύριον, Ιησούν τόν μόνον αναμάρτητον. Τόν σταυρόν σου, Χριστέ, προσκυνούμεν, και τήν αγίαν σου ανάστασιν υμνούμεν και δοξάζομεν· συ γαρ ει Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν τήν του Χριστού αγίαν ανάστασιν· ιδού γαρ ήλθε διά του σταυρού, χαρά εν όλω τω κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν ανάστασιν αυτού. Σταυρόν γαρ υπομείνας δι ημάς, θανάτω θάνατον ώλεσεν 

Κυριακή 17 Μαΐου 2009

Κυριακάτικα: Ήχος Δ΄ Εωθινόν Ζ΄ (της Σαμαρείτιδος)


Απολυτίκιον
Τό φαιδρόν τής Αναστάσεως κήρυγμα, τού Αγγέλου μαθούσαι αι τού Κυρίου Μαθήτριαι, καί τήν προγονικήν απόφασιν απορρίψασαι, τοίς Αποστόλοις καυχώμεναι έλεγον, Εσκύλευται ο θάνατος, ηγέρθη Χριστός ο Θεός, δωρούμενος τώ κόσμω τό μέγα έλεος.

Υπακοή
Τά τής σής παραδόξου Εγέρσεως, προδραμούσαι αι Μυροφόροι, τοίς Αποστόλοις εκήρυττον Χριστέ, ότι ανέστης ως Θεός, παρέχων τώ κόσμω τό μέγα έλεος.

Κοντάκιον
Ο Σωτήρ καί ρύστης μου, από τού τάφου, ως Θεός ανέστησεν, εκ τών δεσμών τούς γηγενείς, καί πύλας άδου συνέτριψε, καί ως Δεσπότης ανέστη τριήμερος. 

Ο Οίκος
Τόν αναοτάντα εκ νεκρών Χριστόν τόν ζωοδότην, τριήμερον εκ τάφου, καί πύλας τού θανάτου σήμερον συνθλάσαντα, τή δυνάμει τή αυτού, τόν άδην τε νεκρώσαντα, καί τό κέντρον τού θανάτου συντρίψαντα, καί τόν Αδάμ σύν τή Εύα ελευθερώσαντα, υμνήσωμεν πάντες οι γηγενείς, ευχαρίστως βοώντες αίνον εκτενώς, Αυτός γάρ ως μόνος κραταιός Θεός, καί Δεσπότης ενέστη τριήμερος. 

Εκλογή από τους ύμνους εσπερινού και όρθρου


Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.


Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν· δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Πάρεστιν ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ δὲ τῇ θείᾳ σφραγιζομένων, καὶ λάμπει τὰς λαμπρότητας ἀμφοτέρωθεν ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καί, παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς δεσποτικῆς Ἀναλήψεως σεμνύνεται.

Ἤκουσε καὶ εὐφράνθη ἡ Σιὼν εὐαγγελισθείσης τοῦ Χριστοῦ Ἀναστάσεως, οἱ δὲ πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ ἐκπλύνοντα Πνεύματι, ῥύπον χριστοκτονίας, εὐτρεπίζεται πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνον μεσότητα. 

Ἀγαλλιάσθω σήμερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρῃ τῆς κατάρας παγγενῆ, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρείᾳ προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλαις ὕδασι περιβαλλόμενος. Διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ.

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ δυναστείᾳ τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν. 

ΕΩΘΙΝΟΝ Ζ'

ΙΩ 20,1-10

Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον· καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· ᾞραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα· καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

 

 



 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ευχαριστούμε την σελίδα "Ελληνικά Λειτουργικά Κείμενα" ,  

από την οποία αντλούμε τα υμνογραφικά. Η δουλειά τους είναι σπουδαία και αξίξει θερμά συγχαρητήρια.

Επίσης και όλες τίς άλλες σελίδες και ιστολόγια απ'τις οποίες ερανίζουμε την ποικιλλία των αναστάσιμων θεμάτων και των εικόνων προς δόξαν Αναστάντος Χριστού.

(Εικόνα προμετωπίδας από holytrinitybut.org)

Αρχειοθήκη ιστολογίου

Αναγνώστες

Πληροφορίες

Η φωτογραφία μου
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται, καὶ ἐξαλείψει ἀπ' αὐτῶν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον. Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ καινὰ ποιῶ πάντα. ( Αποκ. ΚΑ΄)

Eπίσης γράφω...

  • - ΕΥΧΑΡΙΣΤΩ!
    Πριν από 2 χρόνια
  • Η ΤΕΛΕΥΤΑΙΑ ΒΑΠΤΙΣΤΙΚΗ'' (1888) - Ἂν ἄλλη τις χρηστὴ γυνὴ εἶδέ ποτε καλὰ νοικοκυριὰ εἰς τὰς ἡμέρας της, ἀναντιρρήτως εἶδε τοιαῦτα καὶ ἡ θεια-Σοφούλα Κωνσταντινιά, σεβασμία οἰκοδέσποινα ἑ...
    Πριν από 3 χρόνια
  • - Λόγω περιορισμένου χρόνου και αποκλειστικής σχεδόν πλέον ενασχόλησης με το fb, αναστέλλεται η λειτουργία των εξής τριών ιστολογίων: ΕΠΙΚΑΙΡΑ ΚΗΡΥΓΜΑΤΑ ...
    Πριν από 10 χρόνια
  • - Λόγω περιορισμένου χρόνου και αποκλειστικής σχεδόν πλέον ενασχόλησης με το fb, αναστέλλεται η λειτουργία των εξής τριών ιστολογίων: ΕΠΙΚΑΙΡΑ ΚΗΡΥΓΜΑΤΑ...
    Πριν από 10 χρόνια

Περνούν και διαβάζουν...