Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμεν άγιον Κύριον, Ιησούν τόν μόνον αναμάρτητον. Τόν σταυρόν σου, Χριστέ, προσκυνούμεν, και τήν αγίαν σου ανάστασιν υμνούμεν και δοξάζομεν· συ γαρ ει Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν τήν του Χριστού αγίαν ανάστασιν· ιδού γαρ ήλθε διά του σταυρού, χαρά εν όλω τω κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν ανάστασιν αυτού. Σταυρόν γαρ υπομείνας δι ημάς, θανάτω θάνατον ώλεσεν 

Κυριακή 28 Ιουνίου 2009

Κυριακάτικα: ήχος Β΄ Εωθινόν γ΄


Απολυτίκιον

Ότε κατήλθες πρός τόν θάνατον, η Ζωή η αθάνατος, τότε τόν Άδην ενέκρωσας τή αστραπή τής θεότητος, ότε δέ καί τούς τεθνεώτας εκ τών καταχθονίων ανέστησας, πάσαι αι Δυνάμεις τών επουρανίων εκραύγαζον, Ζωοδότα Χριστέ ο Θεός ημών δόξα σοι.

Υπακοή

Μετά τό Πάθος πορευθείσαι εν τώ μνήματι πρός τό μυρίσαι τό σώμά σου αι γυναίκες Χριστέ ο Θεός, είδον Αγγέλους εν τώ τάφω καί εξέστησαν, φωνής γάρ ήκουον εξ αυτών, ότι ανέστη ο Κύριος, δωρούμενος τώ κόσμω τό μέγα έλεος.

Κοντάκιον
Ανέστης Σωτήρ, εκ τάφου Παντοδύναμε καί Άδης ιδών, τό θαύμα εξεπλήττετο, καί νεκροί ανίσταντο, καί η κτίσις ιδούσα συγχαίρει σοι, καί ο Αδάμ συναγάλλεται, και κόσμος Σωτήρ μου ανυμνεί σε αεί.

Οίκος

Σύ ει τό φώς τών εσκοτισμένων, σύ εί η ανάστασις πάντων καί η ζωή τών βροτών καί πάντας συνανέστησας, τού θανάτου τό κράτος Σωτήρ σκυλεύσας, καί τού Άδου τάς πύλας συντρίψας Λόγε, καί οι θνητοί κατιδόντες τό θαύμα εθαύμαζον, καί πάσα κτίσις συγχαίρει εν τή σή Αναστάσει, Φιλάνθρωπε. Διό καί πάντες δοξάζομεν, καί υμνούμεν τήν σήν συγκατάβασιν, καί κόσμος Σωτήρ μου ανυμνεί σε αεί.

Εκλογή από τους εσπέριους και ορθρινούς ύμνους:

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι. 

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'

Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς· ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

Θεοτοκίον

Ὁ ἀνατείλας Ἥλιος, ἐκ παστοῦ ὡς Νυμφίος, ἀπὸ τοῦ τάφου σήμερον, καὶ τὸν ᾍδην σκυλεύσας, καὶ θάνατον καταργήσας, σὲ Τεκούσης πρεσβείαις, φῶς ἡμῖν ἐξαπόστειλον, φῶς φωτίζον καρδίας, καὶ τὰς ψυχάς, φῶς βαδίζειν ἅπαντας ἐμβιβάζον, ἐν τρίβοις προσταγμάτων σου, καὶ ὁδοῖς τῆς εἰρήνης.

ΕΩΘΙΝΟΝ Γ' Ἦχος γ'

Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι' αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

ΕΩΘΙΝΟΝ Γ' ΜΑΡΚΟY 16,9-20

Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ' αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κᾀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ' αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κᾀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν , οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.


 


 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ευχαριστούμε την σελίδα "Ελληνικά Λειτουργικά Κείμενα" ,  

από την οποία αντλούμε τα υμνογραφικά. Η δουλειά τους είναι σπουδαία και αξίξει θερμά συγχαρητήρια.

Επίσης και όλες τίς άλλες σελίδες και ιστολόγια απ'τις οποίες ερανίζουμε την ποικιλλία των αναστάσιμων θεμάτων και των εικόνων προς δόξαν Αναστάντος Χριστού.

(Εικόνα προμετωπίδας από holytrinitybut.org)

Αρχειοθήκη ιστολογίου

Αναγνώστες

Πληροφορίες

Η φωτογραφία μου
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται, καὶ ἐξαλείψει ἀπ' αὐτῶν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον. Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ καινὰ ποιῶ πάντα. ( Αποκ. ΚΑ΄)

Eπίσης γράφω...

  • - ΕΥΧΑΡΙΣΤΩ!
    Πριν από 2 χρόνια
  • Η ΤΕΛΕΥΤΑΙΑ ΒΑΠΤΙΣΤΙΚΗ'' (1888) - Ἂν ἄλλη τις χρηστὴ γυνὴ εἶδέ ποτε καλὰ νοικοκυριὰ εἰς τὰς ἡμέρας της, ἀναντιρρήτως εἶδε τοιαῦτα καὶ ἡ θεια-Σοφούλα Κωνσταντινιά, σεβασμία οἰκοδέσποινα ἑ...
    Πριν από 3 χρόνια
  • - Λόγω περιορισμένου χρόνου και αποκλειστικής σχεδόν πλέον ενασχόλησης με το fb, αναστέλλεται η λειτουργία των εξής τριών ιστολογίων: ΕΠΙΚΑΙΡΑ ΚΗΡΥΓΜΑΤΑ ...
    Πριν από 10 χρόνια
  • - Λόγω περιορισμένου χρόνου και αποκλειστικής σχεδόν πλέον ενασχόλησης με το fb, αναστέλλεται η λειτουργία των εξής τριών ιστολογίων: ΕΠΙΚΑΙΡΑ ΚΗΡΥΓΜΑΤΑ...
    Πριν από 10 χρόνια

Περνούν και διαβάζουν...