Απολυτίκιον
Εξ ύψους κατήλθες ο εύσπλαγχνος, ταφήν καταδέξω τριήμερον, ίνα ημάς ελευθερώσης τών παθών, Η ζωή καί η Ανάστασις ημών, Κύριε δόξα σοι.
Υπακοή
Αι Μυροφόροι τού Ζωοδότου επιστάσαι τώ μνήματι, τόν Δεσπότην εζήτουν, εν νεκροίς τόν αθάνατον, καί χαράς ευαγγέλια, εκ τού, Αγγέλου δεξάμεναι, τοίς Αποστόλοις εμήνυον. Ότι ανέστη Χριστός ο Θεός, παρέχων τώ κόσμω τό μέγα έλεος.
Κοντάκιον
Εξαναστάς τού μνήματος, τούς τεθνεώτας ήγειρας, καί τόν Αδάμ ανέστησας, καί η Εύα χορεύει εν τή σή Αναστάσει, καί κόσμου τά πέρατα πανηγυρίζουσι, τή εκ νεκρών Εγέρσει σου Πολυέλεε.
Ο Οίκος
Τά τού, Άδου σκυλεύσας βασίλεια, καί νεκρούς αναστήσας Μακρόθυμε, Γυναιξί Μυροφόροις συνήντησας, αντί λύπης, χαράν κομισάμενος, καί Αποστόλοις σου εμήνυσας τά τής νίκης σύμβολα. Σωτήρ μου ζωοδότα, καί τήν κτίσιν εφώτισας φιλάνθρωπε, διά τούτο καί κόσμος συγχαίρει, τή εκ νεκρών Εγέρσει σου πολυέλεε..
Εσπερινά και όρθρια
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.
Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.
Δεῦτε ἅπαντες, πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τῶν Ἁγίων· ἰδοὺ γὰρ παραγέγονε, πλουτοποιὰ ἡμῖν χαρίσματα κομίζουσα· διὸ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ καθαρῷ συνειδότι, ἀναβοήσωμεν λέγοντες· Χαίρετε Προφητῶν ὁ σύλλογος, οἱ τὴν ἔλευσιν Χριστοῦ τῷ κόσμῳ κηρύξαντες, καὶ τὰ πόρρω ἐγγὺς προβλέποντες. Χαίρετε Ἀποστόλων ὁ χορός, οἱ τῶν ἐθνῶν σαγηνευταί, καὶ ἁλιεῖς τῶν ἀνθρώπων. Χαίρετε Μαρτύρων ὁ δῆμος, οἱ ἐκ περάτων γῆς συναθροισθέντες εἰς μίαν πίστιν, καὶ ὑπὲρ ταύτης βασάνων αἰκισμοὺς ὑπομείναντες, καὶ τελείως τὸν τῆς ἀθλήσεως στέφανον εἰληφότες. Χαίρετε Πατέρων ὁ μελισσών, οἱ τὰ ἑαυτῶν σώματα τῇ ἀσκήσει κατατήξαντες, καὶ νεκρώσαντες τὰ πάθη τῆς σαρκός, τὸν νοῦν θείῳ ἔρωτι ἐπτερώσατε, εἰς οὐρανοὺς ἐνέπτητε, καὶ σὺν Ἀγγέλοις εὐφραινόμενοι, ἀπολαύετε τῶν αἰωνίων ἀγαθῶν. Ἀλλ' ὦ Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες σὺν Ἀσκηταῖς, τὸν ὑμᾶς στεφανώσαντα, ἐκτενῶς δυσωπεῖτε, τοῦ λυτρωθῆναι ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τοὺς ἐν πίστει, καὶ πὀθῳ τελοῦντας, τὴν ἀεισέβαστον μνήμην ὑμῶν.
Λευχειμονῶν ὁ Γαβριὴλ φαιδρὸς ἐπέστη, ὥς περ ἐν εἴδει ἀστραπῆς, Χριστοῦ τῷ τάφῳ, καὶ τὸν λίθον ἐκύλισεν ἀπὸ τοῦ μνημείου, καὶ φόβος μέγας συνέσχε σοῦ τούς φρουρούς, καὶ ἄφνω ἔμειναν πάντες ὡσεὶ νεκροί, ἀπὸ τοῦ τάφου οἱ φύλακες, καὶ τοῦ λίθου ἡ σφραγίς. Αἰσχύνθητε παράνομοι, γνῶτε, ὅτι ἀνέστη Χριστός.
Ὡς εὐρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζων· Ἐξηγέρθη ὁ Κύριος.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.
Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾍδου, ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ δι' αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.
Εωθινά
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.
Θεοτοκίον
Τοῖς Μαθηταῖς συνέχαιρες, Θεοτόκε Παρθένε, ὅτι Χριστὸν ἑώρακας, ἀναστάντα ἐκ τάφου, τριήμερον καθὼς εἶπεν, οἷς καὶ ὤφθη διδάσκων, καὶ φανερῶν τὰ κρείττονα, καὶ βαπτίζειν κελεύων ἐν τῷ Πατρί, καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τοῦ πιστεύειν, αὐτοῦ ἡμᾶς τὴν ἔγερσιν, καὶ δοξάζειν σε Κόρη.
ΕΩΘΙΝΟΝ Α' Ἦχος α'
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν , καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
ΕΩΘΙΝΟΝ Α' ΜΑΤΘΑΙΟY 28,16-20
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς΄ καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν· καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτούς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, καὶ ἰδού, ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τάς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου